Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸς
  2. λιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς,
  3. λέπας Κιθαιρώνειον εἰσεβάλλομεν
  4. Πενθεύς τε κἀγώ—δεσπότῃ γὰρ εἱπόμην—
  5. ξένος θʼ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας.
  6. πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος,
  7. τά τʼ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο
  8. σῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι.
  9. ἦν δʼ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον,
  10. πεύκαισι συσκιάζον, ἔνθα μαινάδες
  11. καθῆντʼ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις.
  12. αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα
  13. κισσῷ κομήτην αὖθις ἐξανέστεφον,
  14. αἳ δʼ, ἐκλιποῦσαι ποικίλʼ ὡς πῶλοι ζυγά,
  15. βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος.
  16. Πενθεὺς δʼ ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον