Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Θήβας δʼ ἀνάνδρους ὧδʼ ἄγεις ---
- ---
- ὁ Διόνυσος ὁ Διόνυσος, οὐ Θῆβαι
- κράτος ἔχουσʼ ἐμόν.
- συγγνωστὰ μέν σοι, πλὴν ἐπʼ ἐξειργασμένοις
- κακοῖσι χαίρειν, ὦ γυναῖκες, οὐ καλόν.
- ἔννεπέ μοι, φράσον, τίνι μόρῳ θνῄσκει
- ἄδικος ἄδικά τʼ ἐκπορίζων ἀνήρ;
- ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸς
- λιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς,
- λέπας Κιθαιρώνειον εἰσεβάλλομεν
- Πενθεύς τε κἀγώ—δεσπότῃ γὰρ εἱπόμην—
- ξένος θʼ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας.
- πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος,
- τά τʼ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο
- σῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι.
- ἦν δʼ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον,
- πεύκαισι συσκιάζον, ἔνθα μαινάδες
- καθῆντʼ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις.
- αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα