Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐγένετο τέρας ὀλοὸν ὀλοὸν
  2. Ἀτρέος ἱπποβώτα·
  3. ὅθεν Ἔρις τό τε πτερωτὸν
  4. ἁλίου μετέβαλεν ἅρμα,
  5. τὰν πρὸς ἑσπέραν κέλευθον
  6. οὐρανοῦ προσαρμόσα-
  7. σα μονόπωλον ἐς Ἀῶ,
  8. ἑπταπόρου τε δράμημα Πελειάδος
  9. εἰς ὁδὸν ἄλλαν Ζεὺς μεταβάλλει,
  10. τῶνδέ τʼ ἀμείβει --- θανάτους θανά-
  11. των τά τʼ ἐπώνυμα δεῖπνα Θυέστου
  12. λέκτρα τε Κρήσσας Ἀερόπας δολί-
  13. ας δολίοισι γάμοις· τὰ πανύστατα δʼ
  14. εἰς ἐμὲ καὶ γενέταν ἐμὸν ἤλυθε
  15. δόμων πολυπόνοις ἀνάγκαις.
Χορός
  1. καὶ μὴν ὅδε σὸς σύγγονος ἕρπει
  2. ψήφῳ θανάτου κατακυρωθείς,
  3. ὅ τε πιστότατος πάντων Πυλάδης,
  4. ἰσάδελφος ἀνήρ, ἰθύνων
  5. νοσερὸν κῶλον Ὀρέστου,