Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ποδὶ κηδοσύνῳ παράσειρος.
- οἲ ἐγώ· πρὸ τύμβου γάρ σʼ ὁρῶσʼ ἀναστένω,
- ἀδελφέ, καὶ πάροιθε νερτέρου πυρᾶς.
- οἲ ἐγὼ μάλʼ αὖθις· ὥς σʼ ἰδοῦσʼ ἐν ὄμμασιν
- πανυστάτην πρόσοψιν ἐξέστην φρενῶν.
- οὐ σῖγʼ ἀφεῖσα τοὺς γυναικείους γόους
- στέρξεις τὰ κρανθέντʼ; οἰκτρὰ μὲν τάδʼ, ἀλλʼ ὅμως
- φέρειν σʼ ἀνάγκη τὰς παρεστώσας τύχας.
- καὶ πῶς σιωπῶ; φέγγος εἰσορᾶν θεοῦ
- τόδʼ οὐκέθʼ ἡμῖν τοῖς ταλαιπώροις μέτα.
- σὺ μή μʼ ἀπόκτεινʼ· ἅλις ὑπʼ Ἀργείας χερὸς
- τέθνηχʼ ὁ τλήμων· τὰ δὲ παρόντʼ ἔα κακά.
- ὦ μέλεος ἥβης σῆς, Ὀρέστα, καὶ πότμου
- θανάτου τʼ ἀώρου. ζῆν ἐχρῆν σʼ, ὅτʼ οὐκέτʼ εἶ.
- μὴ πρὸς θεῶν μοι περιβάλῃς ἀνανδρίαν,
- ἐς δάκρυα πορθμεύουσʼ ὑπομνήσει κακῶν.
- θανούμεθʼ· οὐχ οἷόν τε μὴ στένειν κακά.
- πᾶσιν γὰρ οἰκτρὸν ἡ φίλη ψυχὴ βροτοῖς.
- τόδʼ ἦμαρ ἡμῖν κύριον· δεῖ δʼ ἢ βρόχους
- ἅπτειν κρεμαστοὺς ἢ ξίφος θήγειν χερί.