Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- μέσον χθονός τε τεταμέναν
- αἰωρήμασι πέτραν,
- ἁλύσεσιν χρυσέαισι φερομέναν δίναισι,
- βῶλον ἐξ Ὀλύμπου,
- ἵνʼ ἐν θρήνοισιν ἀναβοάσω
- γέροντι πατρὶ Ταντάλῳ
- ὃς ἔτεκεν ἔτεκε γενέτορας ἐμέθεν δόμων,
- οἳ κατεῖδον ἄτας,
- ποτανὸν μὲν δίωγμα πώλων
- τεθριπποβάμονι στόλῳ Πέλοψ ὅτε
- πελάγεσι διεδίφρευσε, Μυρτίλου φόνον
- δικὼν ἐς οἶδμα πόντου,
- λευκοκύμοσιν
- πρὸς Γεραιστίαις
- ποντίων σάλων
- ᾐόσιν ἁρματεύσας.
- ὅθεν δόμοισι τοῖς ἐμοῖς
- ἦλθʼ ἀρὰ πολύστονος,
- λόχευμα ποιμνίοισι Μαιάδος τόκου,
- τὸ χρυσόμαλλον ἀρνὸς ὁπότʼ