Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. κτύπον τε κρατός, ὃν ἔλαχʼ ἁ κατὰ χθονὸς
  2. νερτέρων Περσέφασσα καλλίπαις θεά.
  3. ἰαχείτω δὲ γᾶ Κυκλωπία,
  4. σίδαρον ἐπὶ κάρα τιθεῖσα κούριμον,
  5. πήματʼ οἴκων.
  6. ἔλεος ἔλεος ὅδʼ ἔρχεται
  7. τῶν θανουμένων ὕπερ,
  8. στρατηλατᾶν Ἑλλάδος ποτʼ ὄντων.
Ἠλέκτρα
  1. βέβακε γὰρ βέβακεν, οἴχεται τέκνων
  2. πρόπασα γέννα Πέλοπος ὅ τʼ ἐπὶ μακαρίοις
  3. ζῆλος ὤν ποτʼ οἴκοις·
  4. φθόνος νιν εἷλε θεόθεν, ἅ τε δυσμενὴς
  5. φοινία ψῆφος ἐν πολίταις.
  6. ἰὼ ἰώ, πανδάκρυτʼ ἐφαμέρων
  7. ἔθνη πολύπονα, λεύσσεθʼ, ὡς παρʼ ἐλπίδας
  8. μοῖρα βαίνει.
  9. ἕτερα δʼ ἕτερος ἀμείβεται
  10. πήματʼ ἐν χρόνῳ μακρῷ·
  11. βροτῶν δʼ ὁ πᾶς ἀστάθμητος αἰών.
Ἠλέκτρα
  1. μόλοιμι τὰν οὐρανοῦ