Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἀλλʼ οὐκ ἔπειθʼ ὅμιλον, εὖ δοκῶν λέγειν.
- νικᾷ δʼ ἐκεῖνος ὁ κακὸς ἐν πλήθει λέγων,
- ὃς ἠγόρευσε σύγγονον σέ τε κτανεῖν.
- μόλις δʼ ἔπεισε μὴ πετρουμένους θανεῖν
- τλήμων Ὀρέστης· αὐτόχειρι δὲ σφαγῇ
- ὑπέσχετʼ ἐν τῇδʼ ἡμέρᾳ λείψειν βίον
- σὺν σοί. πορεύει δʼ αὐτὸν ἐκκλήτων ἄπο
- Πυλάδης δακρύων· σὺν δʼ ὁμαρτοῦσιν φίλοι
- κλαίοντες, οἰκτίροντες· ἔρχεται δέ σοι
- πικρὸν θέαμα καὶ πρόσοψις ἀθλία.
- ἀλλʼ εὐτρέπιζε φάσγανʼ ἢ βρόχον δέρῃ·
- ὡς δεῖ λιπεῖν σε φέγγος· ἡ εὐγένεια δὲ
- οὐδέν σʼ ἐπωφέλησεν, οὐδʼ ὁ Πύθιος
- τρίποδα καθίζων Φοῖβος, ἀλλʼ ἀπώλεσεν.
- ὦ δυστάλαινα παρθένʼ, ὡς ξυνηρεφὲς
- πρόσωπον εἰς γῆν σὸν βαλοῦσʼ ἄφθογγος εἶ,
- ὡς εἰς στεναγμοὺς καὶ γόους δραμουμένη.
- κατάρχομαι στεναγμόν, ὦ Πελασγία,
- τιθεῖσα λευκὸν ὄνυχα διὰ παρηίδων,
- αἱματηρὸν ἄταν,