Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὃς εἶπʼ Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
- στεφανοῦν, ὃς ἠθέλησε τιμωρεῖν πατρί,
- κακὴν γυναῖκα κἄθεον κατακτανών,
- ἣ κεῖνʼ ἀφῄρει, μήθʼ ὁπλίζεσθαι χέρα
- μήτε στρατεύειν ἐκλιπόντα δώματα,
- εἰ τἄνδον οἰκουρήμαθʼ οἱ λελειμμένοι
- φθείρουσιν, ἀνδρῶν εὔνιδας λωβώμενοι.
- καὶ τοῖς γε χρηστοῖς εὖ λέγειν ἐφαίνετο.
- κοὐδεὶς ἔτʼ εἶπε. σὸς δʼ ἐπῆλθε σύγγονος,
- ἔλεξε δʼ· ὦ γῆν Ἰνάχου κεκτημένοι,
- πάλαι Πελασγοί, Δαναΐδαι δεύτερον,
- ὑμῖν ἀμύνων οὐδὲν ἧσσον ἢ πατρὶ
- ἔκτεινα μητέρʼ. εἰ γὰρ ἀρσένων φόνος
- ἔσται γυναιξὶν ὅσιος, οὐ φθάνοιτʼ ἔτʼ ἂν
- θνῄσκοντες, ἢ γυναιξὶ δουλεύειν χρεών·
- τοὐναντίον δὲ δράσετʼ ἢ δρᾶσαι χρεών.
- νῦν μὲν γὰρ ἡ προδοῦσα λέκτρʼ ἐμοῦ πατρὸς
- τέθνηκεν· εἰ δὲ δὴ κατακτενεῖτʼ ἐμέ,
- ὁ νόμος ἀνεῖται, κοὐ φθάνοι θνῄσκων τις ἄν·
- ὡς τῆς γε τόλμης οὐ σπάνις γενήσεται.