Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἀνήρ τις ἀθυρόγλωσσος, ἰσχύων θράσει,
  2. Ἀργεῖος οὐκ Ἀργεῖος, ἠναγκασμένος,
  3. θορύβῳ τε πίσυνος κἀμαθεῖ παρρησίᾳ,
  4. πιθανὸς ἔτʼ αὐτοὺς περιβαλεῖν κακῷ τινι·
  5. ὅταν γὰρ ἡδύς τις λόγοις φρονῶν κακῶς
  6. πείθῃ τὸ πλῆθος, τῇ πόλει κακὸν μέγα·
  7. ὅσοι δὲ σὺν νῷ χρηστὰ βουλεύουσʼ ἀεί,
  8. κἂν μὴ παραυτίκʼ, αὖθίς εἰσι χρήσιμοι
  9. πόλει. θεᾶσθαι δʼ ὧδε χρὴ τὸν προστάτην
  10. ἰδόνθʼ· ὅμοιον γὰρ τὸ χρῆμα γίγνεται
  11. τῷ τοὺς λόγους λέγοντι καὶ τιμωμένῳ.
  12. ὃς εἶπʼ Ὀρέστην καὶ σὲ ἀποκτεῖναι πέτροις
  13. βάλλοντας· ὑπὸ δʼ ἔτεινε Τυνδάρεως λόγους
  14. τῷ σφὼ κατακτείνοντι τοιούτους λέγειν.
  15. ἄλλος δʼ ἀναστὰς ἔλεγε τῷδʼ ἐναντία,
  16. μορφῇ μὲν οὐκ εὐωπός, ἀνδρεῖος δʼ ἀνήρ,
  17. ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον,
  18. αὐτουργός — οἵπερ καὶ μόνοι σῴζουσι γῆν —
  19. ξυνετὸς δέ, χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων,
  20. ἀκέραιος, ἀνεπίπληκτον ἠσκηκὼς βίον·