Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- νόσημα κηδεύοντα παιδαγωγίᾳ.
- ἐπεὶ δὲ πλήρης ἐγένετʼ Ἀργείων ὄχλος,
- κῆρυξ ἀναστὰς εἶπε· Τίς χρῄζει λέγειν,
- πότερον Ὀρέστην κατθανεῖν ἢ μὴ χρεών,
- μητροκτονοῦντα; κἀπὶ τῷδʼ ἀνίσταται
- Ταλθύβιος, ὃς σῷ πατρὶ συνεπόρθει Φρύγας.
- ἔλεξε δʼ, ὑπὸ τοῖς δυναμένοισιν ὢν ἀεί,
- διχόμυθα, πατέρα μὲν σὸν ἐκπαγλούμενος,
- σὸν δʼ οὐκ ἐπαινῶν σύγγονον, καλοὺς κακοὺς
- λόγους ἑλίσσων, ὅτι καθισταίη νόμους
- ἐς τοὺς τεκόντας οὐ καλούς· τὸ δʼ ὄμμʼ ἀεὶ
- φαιδρωπὸν ἐδίδου τοῖσιν Αἰγίσθου φίλοις.
- τὸ γὰρ γένος τοιοῦτον· ἐπὶ τὸν εὐτυχῆ
- πηδῶσʼ ἀεὶ κήρυκες· ὅδε δʼ αὐτοῖς φίλος,
- ὃς ἂν δύνηται πόλεος ἔν τʼ ἀρχαῖσιν ᾖ.
- ἐπὶ τῷδε δʼ ἠγόρευε Διομήδης ἄναξ.
- οὗτος κτανεῖν μὲν οὔτε σὲ οὔτε σύγγονον
- εἴα, φυγῇ δὲ ζημιοῦντας εὐσεβεῖν.
- ἐπερρόθησαν δʼ οἳ μὲν ὡς καλῶς λέγοι,
- οἳ δʼ οὐκ ἐπῄνουν. κἀπὶ τῷδʼ ἀνίσταται