Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. λέγʼ, ὦ γεραιέ· πότερα λευσίμῳ χερὶ
  2. ἢ διὰ σιδήρου πνεῦμʼ ἀπορρῆξαί με δεῖ,
  3. κοινὰς ἀδελφῷ συμφορὰς κεκτημένην;
Ἄγγελος
  1. ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω
  2. βαίνων, πυθέσθαι δεόμενος τά τʼ ἀμφὶ σοῦ
  3. τά τʼ ἀμφʼ Ὀρέστου· σῷ γὰρ εὔνοιαν πατρὶ
  4. ἀεί ποτʼ εἶχον, καί μʼ ἔφερβε σὸς δόμος
  5. πένητα μέν, χρῆσθαι δὲ γενναῖον φίλοις.
  6. ὁρῶ δʼ ὄχλον στείχοντα καὶ θάσσοντʼ ἄκραν,
  7. οὗ φασι πρῶτον Δαναὸν Αἰγύπτῳ δίκας
  8. διδόντʼ ἀθροῖσαι λαὸν ἐς κοινὰς ἕδρας.
  9. ἀστῶν δὲ δή τινʼ ἠρόμην ἄθροισμʼ ἰδών·
  10. Τί καινὸν Ἄργει; μῶν τι πολεμίων πάρα
  11. ἄγγελμʼ ἀνεπτέρωκε Δαναϊδῶν πόλιν;
  12. ὃ δʼ εἶπʼ· Ὀρέστην κεῖνον οὐχ ὁρᾷς πέλας
  13. στείχοντʼ, ἀγῶνα θανάσιμον δραμούμενον;
  14. ὁρῶ δʼ ἄελπτον φάσμʼ, ὃ μήποτʼ ὤφελον,
  15. Πυλάδην τε καὶ σὸν σύγγονον στείχονθʼ ὁμοῦ,
  16. τὸν μὲν κατηφῆ καὶ παρειμένον νόσῳ,
  17. τὸν δʼ ὥστʼ ἀδελφὸν ἴσα φίλῳ λυπούμενον,