Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ων παθέων ἀμοιβάν.
Ἠλέκτρα
  1. γυναῖκες, ἦ που τῶνδʼ ἀφώρμηται δόμων
  2. τλήμων Ὀρέστης θεομανεῖ λύσσῃ δαμείς;
Χορός
  1. ἥκιστα· πρὸς δʼ Ἀργεῖον οἴχεται λεών,
  2. ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι
  3. δώσων, ἐν ᾧ ζῆν ἢ θανεῖν ὑμᾶς χρεών.
Ἠλέκτρα
  1. οἴμοι· τί χρῆμʼ ἔδρασε; τίς δʼ ἔπεισέ νιν;
Χορός
  1. Πυλάδης· ἔοικε δʼ οὐ μακρὰν ὅδʼ ἄγγελος
  2. λέξειν τὰ κεῖθεν σοῦ κασιγνήτου πέρι.
Ἄγγελος
  1. ὦ τλῆμον, ὦ δύστηνε τοῦ στρατηλάτου
  2. Ἀγαμέμνονος παῖ, πότνιʼ Ἠλέκτρα, λόγους
  3. ἄκουσον οὕς σοι δυστυχεῖς ἥκω φέρων.
Ἠλέκτρα
  1. αἰαῖ, διοιχόμεσθα· δῆλος εἶ λόγῳ.
  2. κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.
Ἄγγελος
  1. ψήφῳ Πελασγῶν σὸν κασίγνητον θανεῖν
  2. καὶ σέ, ὦ τάλαινʼ, ἔδοξε τῇδʼ ἐν ἡμέρᾳ.
Ἠλέκτρα
  1. οἴμοι· προσῆλθεν ἐλπίς, ἣν φοβουμένη
  2. πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις.
  3. ἀτὰρ τίς ἁγών, τίνες ἐν Ἀργείοις λόγοι
  4. καθεῖλον ἡμᾶς κἀπεκύρωσαν θανεῖν;