Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τὸ δʼ εὖ κακουργεῖν ἀσέβεια ποικίλα
  2. κακοφρόνων τʼ ἀνδρῶν παράνοια.
  3. θανάτου γὰρ ἀμφὶ φόβῳ
  4. Τυνδαρὶς ἰάχησε τάλαι-
  5. να· Τέκνον, οὐ τολμᾷς ὅσια
  6. κτείνων σὰν ματέρα· μὴ πατρῴ-
  7. αν τιμῶν χάριν ἐξανά-
  8. ψῃ δύσκλειαν ἐς αἰεί.
Χορός
  1. τίς νόσος ἢ τίνα δάκρυα καὶ
  2. τίς ἔλεος μείζων κατὰ γᾶν
  3. ἢ ματροκτόνον αἷμα χειρὶ θέσθαι;
  4. οἷον ἔργον τελέσας
  5. βεβάκχευται μανίαις,
  6. Εὐμενίσι θήραμα, φόνον
  7. δρομάσι δινεύων βλεφάροις,
  8. Ἀγαμεμνόνιος παῖς.
  9. ὦ μέλεος, ματρὸς ὅτε
  10. χρυσεοπηνήτων φαρέων
  11. μαστὸν ὑπερτέλλοντʼ ἐσιδὼν
  12. σφάγιον ἔθετο ματέρα, πατρῴ-