Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- εἴ σε μὴ ʼν δειναῖσιν ὄντα συμφοραῖς ἐπαρκέσω;
- τοῦτʼ ἐκεῖνο, κτᾶσθʼ ἑταίρους, μὴ τὸ συγγενὲς μόνον·
- ὡς ἀνὴρ ὅστις τρόποισι συντακῇ, θυραῖος ὢν
- μυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος.
- ὁ μέγας ὄλβος ἅ τʼ ἀρετὰ
- μέγα φρονοῦσʼ ἀνʼ Ἑλλάδα καὶ
- παρὰ Σιμουντίοις ὀχετοῖς
- πάλιν ἀνῆλθʼ ἐξ εὐτυχίας Ἀτρείδαις
- πάλαι παλαιᾶς ἀπὸ συμφορᾶς δόμων,
- ὁπότε χρυσείας ἔρις ἀρνὸς
- ἤλυθε Τανταλίδαις,
- οἰκτρότατα θοινάματα καὶ
- σφάγια γενναίων τεκέων·
- ὅθεν φόνῳ φόνος ἐξαμεί-
- βων διʼ αἵματος οὐ προλεί-
- πει δισσοῖσιν Ἀτρείδαις.
- τὸ καλὸν οὐ καλόν, τοκέων
- πυριγενεῖ τεμεῖν παλάμᾳ
- χρόα μελάνδετον δὲ φόνῳ
- ξίφος ἐς αὐγὰς ἀελίοιο δεῖξαι·