Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- μὴ θεαί μʼ οἴστρῳ κατάσχωσι.
- ἀλλὰ κηδεύσω σʼ ἐγώ.
- δυσχερὲς ψαύειν νοσοῦντος ἀνδρός.
- οὐκ ἔμοιγε σοῦ.
- εὐλαβοῦ λύσσης μετασχεῖν τῆς ἐμῆς.
- τόδʼ οὖν ἴτω.
- οὐκ ἄρʼ ὀκνήσεις;
- ὄκνος γὰρ τοῖς φίλοις κακὸν μέγα.
- ἕρπε νυν οἴαξ ποδός μοι.
- φίλα γʼ ἔχων κηδεύματα.
- καί με πρὸς τύμβον πόρευσον πατρός.
- ὡς τί δὴ τόδε;
- ὥς νιν ἱκετεύσω με σῶσαι.
- τό γε δίκαιον ὧδʼ ἔχει.
- μητέρος δὲ μηδʼ ἴδοιμι μνῆμα.
- πολεμία γὰρ ἦν.
- ἀλλʼ ἔπειγʼ, ὡς μή σε πρόσθε ψῆφος Ἀργείων ἕλῃ,
- περιβαλὼν πλευροῖς ἐμοῖσι πλευρὰ νωχελῆ νόσῳ·
- ὡς ἐγὼ διʼ ἄστεώς σε, σμικρὰ φροντίζων ὄχλου,
- οὐδὲν αἰσχυνθεὶς ὀχήσω. ποῦ γὰρ ὢν δείξω φίλος,