Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- οὐκ εἶδον, ἀπολειφθεῖσα δʼ αἰάζω τύχας.
- Ἑλένη, τί σοι λέγοιμʼ ἂν ἅ γε παροῦσʼ ὁρᾷς;
- ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος δόμον
- ἐγὼ μὲν ἄυπνος πάρεδρος ἀθλίῳ νεκρῷ
- — νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς —
- θάσσω· τὰ τούτου δʼ οὐκ ὀνειδίζω κακά.
- σὺ δʼ εἶ μακαρία μακάριός θʼ ὁ σὸς πόσις.
- ἥκετον ἐφʼ ἡμᾶς ἀθλίως πεπραγότας
- πόσον χρόνον δʼ ἐν δεμνίοις πέπτωχʼ ὅδε;
- ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν.
- ὢ μέλεος· ἡ τεκοῦσά θʼ, ὡς διώλετο.
- οὕτως ἔχει τάδʼ, ὥστʼ ἀπείρηκεν κακοῖς.
- πρὸς θεῶν, πίθοιʼ ἂν δῆτά μοί τι, παρθένε;
- ὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ.
- βούλῃ τάφον μοι πρὸς κασιγνήτης μολεῖν;
- μητρὸς κελεύεις τῆς ἐμῆς; τίνος χάριν;
- κόμης ἀπαρχὰς καὶ χοὰς φέρουσʼ ἐμάς.
- σοὶ δʼ οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον;
- δεῖξαι γὰρ Ἀργείοισι σῶμʼ αἰσχύνομαι.
- ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσʼ αἰσχρῶς δόμους.