Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὀρθῶς ἔλεξας, οὐ φίλως δʼ ἐμοὶ λέγεις.
Ἠλέκτρα
  1. αἰδὼς δὲ δὴ τίς σʼ ἐς Μυκηναίους ἔχει;
Ἑλένη
  1. δέδοικα πατέρας τῶν ὑπʼ Ἰλίῳ νεκρῶν.
Ἠλέκτρα
  1. δεινὸν γάρ· Ἄργει τʼ ἀναβοᾷ διὰ στόμα.
Ἑλένη
  1. σύ νυν χάριν μοι τὸν φόβον λύσασα δός.
Ἠλέκτρα
  1. οὐκ ἂν δυναίμην μητρὸς ἐσβλέψαι τάφον.
Ἑλένη
  1. αἰσχρόν γε μέντοι προσπόλους φέρειν τάδε.
Ἠλέκτρα
  1. τί δʼ οὐχὶ θυγατρὸς Ἑρμιόνης πέμπεις δέμας;
Ἑλένη
  1. ἐς ὄχλον ἕρπειν παρθένοισιν οὐ καλόν.
Ἠλέκτρα
  1. καὶ μὴν τίνοι γʼ ἂν τῇ τεθνηκυίᾳ τροφάς.
Ἑλένη
  1. ὀρθῶς ἔλεξας, πείθομαί τέ σοι, κόρη.
  2. καὶ πέμψομέν γε θυγατέρʼ· εὖ γάρ τοι λέγεις.
  3. ὦ τέκνον, ἔξελθʼ, Ἑρμιόνη, δόμων πάρος
  4. καὶ λαβὲ χοὰς τάσδʼ ἐν χεροῖν κόμας τʼ ἐμάς·
  5. ἐλθοῦσα δʼ ἀμφὶ τὸν Κλυταιμήστρας τάφον
  6. μελίκρατʼ ἄφες γάλακτος οἰνωπόν τʼ ἄχνην,
  7. καὶ στᾶσʼ ἐπʼ ἄκρου χώματος λέξον τάδε·
  8. Ἑλένη σʼ ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς,
  9. φόβῳ προσελθεῖν μνῆμα σόν, ταρβοῦσά τε
  10. Ἀργεῖον ὄχλον. πρευμενῆ δʼ ἄνωγέ νιν