Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- προύπεμψεν ἐς δῶμʼ ἡμέτερον· ἔστιν δʼ ἔσω
- κλαίουσʼ ἀδελφὴν συμφοράν τε δωμάτων.
- ἔχει δὲ δή τινʼ ἀλγέων παραψυχήν·
- ἣν γὰρ κατʼ οἴκους ἔλιφʼ, ὅτʼ ἐς Τροίαν ἔπλει,
- παρθένον ἐμῇ τε μητρὶ παρέδωκεν τρέφειν
- Μενέλαος ἀγαγὼν Ἑρμιόνην Σπάρτης ἄπο,
- ταύτῃ γέγηθε κἀπιλήθεται κακῶν.
- βλέπω δὲ πᾶσαν εἰς ὁδόν, πότʼ ὄψομαι
- Μενέλαον ἥκονθʼ· ὡς τά γʼ ἄλλʼ ἐπʼ ἀσθενοῦς
- ῥώμης ὀχούμεθʼ, ἤν τι μὴ κείνου πάρα
- σωθῶμεν. ἄπορον χρῆμα δυστυχῶν δόμος.
- ὦ παῖ Κλυταιμήστρας τε καὶ Ἀγαμέμνονος,
- παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου,
- πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σὸς
- τλήμων Ὀρέστης μητρὸς ὅδε φονεὺς ἔχει;
- προσφθέγμασιν γὰρ οὐ μιαίνομαι σέθεν,
- ἐς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν.
- καίτοι στένω γε τὸν Κλυταιμήστρας μόρον,
- ἐμῆς ἀδελφῆς, ἥν, ἐπεὶ πρὸς Ἴλιον
- ἔπλευσʼ ὅπως ἔπλευσα θεομανεῖ πότμῳ,