Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἀλλὰ δῆτʼ ἔλθω.
- θανὼν γοῦν ὧδε κάλλιον θανῇ.
- εὖ λέγεις· φεύγω τὸ δειλὸν τῇδε.
- μᾶλλον ἢ μένων.
- καὶ τὸ πρᾶγμά γʼ ἔνδικόν μοι.
- τῷ Δοκεῖν εὔχου μόνον.
- καί τις ἄν γέ μʼ οἰκτίσειε ---
- μέγα γὰρ ἡ εὐγένειά σου.
- θάνατον ἀσχάλλων πατρῷον.
- πάντα ταῦτʼ ἐν ὄμμασιν.
- ἰτέον, ὡς ἄνανδρον ἀκλεῶς κατθανεῖν.
- αἰνῶ τάδε.
- ἦ λέγωμεν οὖν ἀδελφῇ ταῦτʼ ἐμῇ;
- μὴ πρὸς θεῶν.
- δάκρυα γοῦν γένοιτʼ ἄν.
- οὐκοῦν οὗτος οἰωνὸς μέγας.
- δηλαδὴ σιγᾶν ἄμεινον.
- τῷ χρόνῳ δὲ κερδανεῖς.
- κεῖνό μοι μόνον πρόσαντες.
- τί τόδε καινὸν αὖ λέγεις;