Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὦ τάλας, ἔοικε καὶ σὲ τἀμὰ λυπήσειν κακά.
- οὐχὶ Μενέλεω τρόποισι χρώμεθʼ· οἰστέον τάδε.
- οὐ φοβῇ μή σʼ Ἄργος ὥσπερ κἄμʼ ἀποκτεῖναι θέλῃ;
- οὐ προσήκομεν κολάζειν τοῖσδε, Φωκέων δὲ γῇ.
- δεινὸν οἱ πολλοί, κακούργους ὅταν ἔχωσι προστάτας.
- ἀλλʼ ὅταν χρηστοὺς λάβωσι, χρηστὰ βουλεύουσʼ ἀεί.
- εἶἑν. ἐς κοινὸν λέγειν χρή.
- τίνος ἀναγκαίου πέρι;
- εἰ λέγοιμʼ ἀστοῖσιν ἐλθὼν —
- ὡς ἔδρασας ἔνδικα;
- πατρὶ τιμωρῶν ἐμαυτοῦ;
- μὴ λάβωσί σʼ ἄσμενοι.
- ἀλλʼ ὑποπτήξας σιωπῇ κατθάνω;
- δειλὸν τόδε.
- πῶς ἂν οὖν δρῴην;
- ἔχεις τινʼ, ἢν μένῃς, σωτηρίαν;
- οὐκ ἔχω.
- μολόντι δʼ ἐλπίς ἐστι σωθῆναι κακῶν;
- εἰ τύχοι, γένοιτʼ ἄν.
- οὐκοῦν τοῦτο κρεῖσσον ἢ μένειν.