Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. εὐλαβεῖθʼ, ὃ τοῖς φίλοισι δρῶσιν οἱ κακοὶ φίλοι.
Πυλάδης
  1. σκῆψιν ἐς ποίαν προβαίνων; τοῦτο πάντʼ ἔχω μαθών.
Ὀρέστης
  1. οὗτος ἦλθʼ, ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ.
Πυλάδης
  1. Τυνδάρεων λέγεις· ἴσως σοι θυγατέρος θυμούμενος;
Ὀρέστης
  1. αἰσθάνῃ. τὸ τοῦδε κῆδος μᾶλλον εἵλετʼ ἢ πατρός.
Πυλάδης
  1. κοὐκ ἐτόλμησεν πόνων σῶν ἀντιλάζυσθαι παρών;
Ὀρέστης
  1. οὐ γὰρ αἰχμητὴς πέφυκεν, ἐν γυναιξὶ δʼ ἄλκιμος.
Πυλάδης
  1. ἐν κακοῖς ἄρʼ εἶ μεγίστοις· καί σʼ ἀναγκαῖον θανεῖν;
Ὀρέστης
  1. ψῆφον ἀμφʼ ἡμῶν πολίτας ἐπὶ φόνῳ θέσθαι χρεών.
Πυλάδης
  1. ἣ κρινεῖ τί χρῆμα; λέξον· διὰ φόβου γὰρ ἔρχομαι.
Ὀρέστης
  1. ἢ θανεῖν ἢ ζῆν· ὁ μῦθος οὐ μακρὸς μακρῶν πέρι.
Πυλάδης
  1. φεῦγέ νυν λιπὼν μέλαθρα σὺν κασιγνήτῃ σέθεν.
Ὀρέστης
  1. οὐχ ὁρᾷς; φυλασσόμεσθα φρουρίοισι πανταχῇ.
Πυλάδης
  1. εἶδον ἄστεως ἀγυιὰς τεύχεσιν πεφραγμένας.
Ὀρέστης
  1. ὡσπερεὶ πόλις πρὸς ἐχθρῶν σῶμα πυργηρούμεθα.
Πυλάδης
  1. κἀμὲ νῦν ἐροῦ τί πάσχω· καὶ γὰρ αὐτὸς οἴχομαι.
Ὀρέστης
  1. πρὸς τίνος; τοῦτʼ ἂν προσείη τοῖς ἐμοῖς κακοῖς κακόν.
Πυλάδης
  1. Στρόφιος ἤλασέν μʼ ἀπʼ οἴκων φυγάδα θυμωθεὶς πατήρ.
Ὀρέστης
  1. ἴδιον ἢ κοινὸν πολίταις ἐπιφέρων ἔγκλημά τι;
Πυλάδης
  1. ὅτι συνηράμην φόνον σοι μητρός, ἀνόσιον λέγων.