Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- κρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν.
- θᾶσσον ᾗ με χρῆν προβαίνων ἱκόμην διʼ ἄστεως,
- σύλλογον πόλεως ἀκούσας, τὸν δʼ ἰδὼν αὐτὸς σαφῶς,
- ἐπὶ σὲ σύγγονόν τε τὴν σήν, ὡς κτενοῦντας αὐτίκα.
- τί τάδε; πῶς ἔχεις; τί πράσσεις, φίλταθʼ ἡλίκων ἐμοὶ
- καὶ φίλων καὶ συγγενείας; πάντα γὰρ τάδʼ εἶ σύ μοι.
- οἰχόμεσθʼ, ὡς ἐν βραχεῖ σοι τἀμὰ δηλώσω κακά.
- συγκατασκάπτοις ἂν ἡμᾶς· κοινὰ γὰρ τὰ τῶν φίλων.
- Μενέλεως κάκιστος ἐς ἐμὲ καὶ κασιγνήτην ἐμήν.
- εἰκότως, κακῆς γυναικὸς ἄνδρα γίγνεσθαι κακόν.
- ὥσπερ οὐκ ἐλθὼν ἔμοιγε ταὐτὸν ἀπέδωκεν μολών.
- ἦ γάρ ἐστιν ὡς ἀληθῶς τήνδʼ ἀφιγμένος χθόνα;
- χρόνιος· ἀλλʼ ὅμως τάχιστα κακὸς ἐφωράθη φίλοις.
- καὶ δάμαρτα τὴν κακίστην ναυστολῶν ἐλήλυθεν;
- οὐκ ἐκεῖνος, ἀλλʼ ἐκείνη κεῖνον ἐνθάδʼ ἤγαγεν.
- ποῦ ʼστιν ἣ πλείστους Ἀχαιῶν ὤλεσεν γυνὴ μία;
- ἐν δόμοις ἐμοῖσιν, εἰ δὴ τούσδʼ ἐμοὺς καλεῖν χρεών.
- σὺ δὲ τίνας λόγους ἔλεξας σοῦ κασιγνήτῳ πατρός;
- μή μʼ ἰδεῖν θανόνθʼ ὑπʼ ἀστῶν καὶ κασιγνήτην ἐμήν.
- πρὸς θεῶν, τί πρὸς τάδʼ εἶπε; τόδε γὰρ εἰδέναι θέλω.