Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἔβαψεν, ἔστη δʼ αὖθις, ἢν χαλᾷ πόδα.
  2. μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμίας,
  3. μισοῦσι δʼ ἀστοί· δεῖ δέ μʼ — οὐκ ἄλλως λέγω —
  4. σῴζειν σε σοφίᾳ, μὴ βίᾳ τῶν κρεισσόνων.
  5. ἀλκῇ δέ σʼ οὐκ ἄν, ᾗ σὺ δοξάζεις ἴσως,
  6. σῴσαιμʼ ἄν· οὐ γὰρ ῥᾴδιον λόγχῃ μιᾷ
  7. στῆσαι τροπαῖα τῶν κακῶν ἅ σοι πάρα.
  8. οὐ γάρ ποτʼ Ἄργους γαῖαν ἐς τὸ μαλθακὸν
  9. προσηγόμεσθα· νῦν δʼ ἀναγκαίως ἔχει.
  10. δούλοισιν εἶναι τοῖς σοφοῖσι τῆς τύχης
Ὀρέστης
  1. ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν
  2. τἄλλʼ οὐδέν, ὦ κάκιστε τιμωρεῖν φίλοις,
  3. φεύγεις ἀποστραφείς με, τὰ δʼ Ἀγαμέμνονος
  4. φροῦδʼ; ἄφιλος ἦσθʼ ἄρʼ, ὦ πάτερ, πράσσων κακῶς.
  5. οἴμοι, προδέδομαι, κοὐκέτʼ εἰσὶν ἐλπίδες,
  6. ὅποι τραπόμενος θάνατον Ἀργείων φύγω·
  7. οὗτος γὰρ ἦν μοι καταφυγὴ σωτηρίας.
  8. ἀλλʼ εἰσορῶ γὰρ τόνδε φίλτατον βροτῶν
  9. Πυλάδην δρόμῳ στείχοντα Φωκέων ἄπο,
  10. ἡδεῖαν ὄψιν· πιστὸς ἐν κακοῖς ἀνὴρ