Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τὸ δʼ αὖ δύνασθαι πρὸς θεῶν χρῄζω τυχεῖν.
- ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυ
- ἔχων, πόνοισι μυρίοις ἀλώμενος,
- σμικρᾷ σὺν ἀλκῇ τῶν λελειμμένων φίλων.
- μάχῃ μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθα
- Πελασγὸν Ἄργος· εἰ δὲ μαλθακοῖς λόγοις
- δυναίμεθʼ, ἐνταῦθʼ ἐλπίδος προσήκομεν.
- σμικροῖσι μὲν γὰρ μεγάλα πῶς ἕλοι τις ἄν;
- πόνοισιν; ἀμαθὲς καὶ τὸ βούλεσθαι τάδε.
- ὅταν γὰρ ἡβᾷ δῆμος εἰς ὀργὴν πεσών,
- ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον·
- εἰ δʼ ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲν
- χαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος,
- ἴσως ἂν ἐκπνεύσειεν· ἢν δʼ ἀνῇ πνοάς,
- τύχοις ἂν αὐτοῦ ῥᾳδίως ὅσον θέλεις.
- ἔνεστι δʼ οἶκτος, ἔνι δὲ καὶ θυμὸς μέγας,
- καραδοκοῦντι κτῆμα τιμιώτατον.
- ἐλθὼν δὲ Τυνδάρεών τέ σοι πειράσομαι
- πόλιν τε πεῖσαι τῷ λίαν χρῆσθαι καλῶς.
- καὶ ναῦς γὰρ ἐνταθεῖσα πρὸς βίαν ποδὶ