Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;
  2. ἀρκεῖ γὰρ αὐτὸς ὁ θεὸς ὠφελεῖν θέλων.
  3. φιλεῖν δάμαρτα πᾶσιν Ἕλλησιν δοκεῖς·
  4. κοὐχ ὑποτρέχων σε τοῦτο θωπείᾳ λέγω·
  5. ταύτης ἱκνοῦμαί σʼ — ὦ μέλεος ἐμῶν κακῶν,
  6. ἐς οἷον ἥκω. τί δέ; ταλαιπωρεῖν με δεῖ·
  7. ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε.
  8. ὦ πατρὸς ὅμαιμε θεῖε, τὸν κατὰ χθονὸς
  9. θανόντʼ ἀκούειν τάδε δόκει, ποτωμένην
  10. ψυχὴν ὑπὲρ σοῦ, καὶ λέγειν ἃ ἐγὼ λέγω,
  11. ταὔτʼ ἔς τε δάκρυα καὶ γόους καὶ συμφοράς.
  12. εἴρηκα κἀπῄτηκα τὴν σωτηρίαν,
  13. θηρῶν ὃ πάντες κοὐκ ἐγὼ ζητῶ μόνος.
Χορός
  1. κἀγώ σʼ ἱκνοῦμαι καὶ γυνή περ οὖσʼ ὅμως
  2. τοῖς δεομένοισιν ὠφελεῖν· οἷός τε δʼ εἶ.
Μενέλαος
  1. Ὀρέστʼ, ἐγώ τοι σὸν καταιδοῦμαι κάρα
  2. καὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι·
  3. καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰ
  4. ξυνεκκομίζειν, δύναμιν ἢν διδῷ θεός,
  5. θνῄσκοντα καὶ κτείνοντα τοὺς ἐναντίους·