Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἄδικόν τι παρὰ σοῦ· καὶ γὰρ Ἀγαμέμνων πατὴρ
  2. ἀδίκως ἀθροίσας Ἑλλάδʼ ἦλθʼ ὑπʼ Ἴλιον,
  3. οὐκ ἐξαμαρτὼν αὐτός, ἀλλʼ ἁμαρτίαν
  4. τῆς σῆς γυναικὸς ἀδικίαν τʼ ἰώμενος.
  5. ἓν μὲν τόδʼ ἡμῖν ἀνθʼ ἑνὸς δοῦναί σε χρή.
  6. ἀπέδοτο δʼ, ὡς χρὴ τοῖς φίλοισι τοὺς φίλους,
  7. τὸ σῶμʼ ἀληθῶς, σοὶ παρʼ ἀσπίδʼ ἐκπονῶν,
  8. ὅπως σὺ τὴν σὴν ἀπολάβοις ξυνάορον.
  9. ἀπότεισον οὖν μοι ταὐτὸ τοῦτʼ ἐκεῖ λαβών,
  10. μίαν πονήσας ἡμέραν, ἡμῶν ὕπερ
  11. σωτήριος στάς, μὴ δέκʼ ἐκπλήσας ἔτη.
  12. ἃ δʼ Αὐλὶς ἔλαβε σφάγιʼ ἐμῆς ὁμοσπόρου,
  13. ἐῶ σʼ ἔχειν ταῦθʼ· Ἑρμιόνην μὴ κτεῖνε σύ.
  14. δεῖ γὰρ σʼ ἐμοῦ πράσσοντος ὡς πράσσω τὰ νῦν
  15. πλέον φέρεσθαι, κἀμὲ συγγνώμην ἔχειν.
  16. ψυχὴν δʼ ἐμὴν δὸς τῷ ταλαιπώρῳ πατρὶ
  17. κἀμῆς ἀδελφῆς, παρθένου μακρὸν χρόνον·
  18. θανὼν γὰρ οἶκον ὀρφανὸν λείψω πατρός.
  19. ἐρεῖς· ἀδύνατον. αὐτὸ τοῦτο· τοὺς φίλους
  20. ἐν τοῖς κακοῖς χρὴ τοῖς φίλοισιν ὠφελεῖν·