Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τοσαῦτʼ ἀκούσας ἴσθι, μηδὲ δυσσεβεῖς
  2. ἕλῃ, παρώσας εὐσεβεστέρους φίλους·
  3. ἡμᾶς δʼ ἀπʼ οἴκων ἄγετε τῶνδε, πρόσπολοι.
Ὀρέστης
  1. στεῖχʼ, ὡς ἀθορύβως οὑπιὼν ἡμῖν λόγος
  2. πρὸς τόνδʼ ἵκηται, γῆρας ἀποφυγὼν τὸ σόν.
  3. Μενέλαε, ποῖ σὸν πόδʼ ἐπὶ συννοίᾳ κυκλεῖς,
  4. διπλῆς μερίμνης διπτύχους ἰὼν ὁδούς;
Μενέλαος
  1. ἔασον· ἐν ἐμαυτῷ τι συννοούμενος
  2. ὅποι τράπωμαι τῆς τύχης ἀμηχανῶ.
Ὀρέστης
  1. μή νυν πέραινε τὴν δόκησιν, ἀλλʼ ἐμοὺς
  2. λόγους ἀκούσας πρόσθε, βουλεύου τότε.
Μενέλαος
  1. λέγʼ· εὖ γὰρ εἶπας· ἔστι δʼ οὗ σιγὴ λόγου
  2. κρείσσων γένοιτʼ ἄν. ἔστι δʼ οὗ σιγῆς λόγος.
Ὀρέστης
  1. λέγοιμʼ ἂν ἤδη. τὰ μακρὰ τῶν σμικρῶν λόγων
  2. ἐπίπροσθέν ἐστι καὶ σαφῆ μᾶλλον κλύειν.
  3. ἐμοὶ σὺ τῶν σῶν, Μενέλεως, μηδὲν δίδου,
  4. ἃ δʼ ἔλαβες ἀπόδος πατρὸς ἐμοῦ λαβὼν πάρα.
  5. — οὐ χρήματʼ εἶπον· χρήματʼ, ἢν ψυχὴν ἐμὴν
  6. σῴσῃς, ἅπερ μοι φίλτατʼ ἐστὶ τῶν ἐμῶν. —
  7. ἀδικῶ· λαβεῖν χρή μʼ ἀντὶ τοῦδε τοῦ κακοῦ