Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐπεὶ θρασύνῃ κοὐχ ὑποστέλλῃ λόγῳ,
- οὕτω δʼ ἀμείβῃ μʼ ὥστε μʼ ἀλγῆσαι φρένα,
- μᾶλλόν μʼ ἀνάξεις ἐπὶ σὸν ἐξελθεῖν φόνον·
- καλὸν πάρεργον δʼ αὐτὸ θήσομαι πόνων
- ὧν εἵνεκʼ ἦλθον θυγατρὶ κοσμήσων τάφον.
- μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλον
- ἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλιν
- σοὶ σῇ τʼ ἀδελφῇ, λεύσιμον δοῦναι δίκην.
- μᾶλλον δʼ ἐκείνη σοῦ θανεῖν ἐστʼ ἀξία,
- ἣ τῇ τεκούσῃ σʼ ἠγρίωσʼ, ἐς οὖς ἀεὶ
- πέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον,
- ὀνείρατʼ ἀγγέλλουσα τὰ Ἀγαμέμνονος,
- καὶ τοῦθʼ — ὃ μισήσειαν — Αἰγίσθου λέχος —
- οἱ νέρτεροι θεοί· καὶ γὰρ ἐνθάδʼ ἦν πικρόν·
- ἕως ὑφῆψε δῶμʼ ἀνηφαίστῳ πυρί.
- Μενέλαε, σοὶ δὲ τάδε λέγω δράσω τε πρός·
- εἰ τοὐμὸν ἔχθος ἐναριθμῇ κῆδός τʼ ἐμόν,
- μὴ τῷδʼ ἀμύνειν φόνον ἐναντίον θεοῖς·
- ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις,
- ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός.