Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- πατρὸς στερηθεὶς ἐγενόμην μητροκτόνος.
- ὁρᾷς, Ὀδυσσέως ἄλοχον οὐ κατέκτανε
- Τηλέμαχος· οὐ γὰρ ἐπεγάμει πόσει πόσιν,
- μένει δʼ ἐν οἴκοις ὑγιὲς εὐνατήριον.
- ὁρᾷς δʼ Ἀπόλλωνʼ, ὃς μεσομφάλους ἕδρας
- ναίων βροτοῖσι στόμα νέμει σαφέστατον,
- ᾧ πειθόμεσθα πάνθʼ ὅσʼ ἂν κεῖνος λέγῃ·
- τούτῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον.
- ἐκεῖνον ἡγεῖσθʼ ἀνόσιον καὶ κτείνετε·
- ἐκεῖνος ἥμαρτʼ, οὐκ ἐγώ. τί χρῆν με δρᾶν;
- ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοι
- μίασμα λῦσαι; ποῖ τις οὖν ἔτʼ ἂν φύγοι,
- εἰ μὴ ὁ κελεύσας ῥύσεταί με μὴ θανεῖν;
- ἀλλʼ ὡς μὲν οὐκ εὖ μὴ λέγʼ εἴργασται τάδε,
- ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως.
- γάμοι δʼ ὅσοις μὲν εὖ καθεστᾶσιν βροτῶν,
- μακάριος αἰών· οἷς δὲ μὴ πίπτουσιν εὖ,
- τά τʼ ἔνδον εἰσὶ τά τε θύραζε δυστυχεῖς.
- αἰεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖς
- ἔφυσαν ἀνδρῶν πρὸς τὸ δυστυχέστερον.