Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἄνδρας φονεύειν, καταφυγὰς ποιούμεναι
  2. ἐς τέκνα, μαστοῖς τὸν ἔλεον θηρώμεναι,
  3. παρʼ οὐδὲν αὐταῖς ἦν ἂν ὀλλύναι πόσεις
  4. ἐπίκλημʼ ἐχούσαις ὅ τι τύχοι. δράσας δʼ ἐγὼ
  5. δείνʼ, ὡς σὺ κομπεῖς, τόνδʼ ἔπαυσα τὸν νόμον.
  6. μισῶν δὲ μητέρʼ ἐνδίκως ἀπώλεσα,
  7. ἥτις μεθʼ ὅπλων ἄνδρʼ ἀπόντʼ ἐκ δωμάτων
  8. πάσης ὑπὲρ γῆς Ἑλλάδος στρατηλάτην
  9. προύδωκε κοὐκ ἔσῳσʼ ἀκήρατον λέχος·
  10. ἐπεὶ δʼ ἁμαρτοῦσʼ ᾔσθετʼ, οὐχ αὑτῇ δίκην
  11. ἐπέθηκεν, ἀλλʼ, ὡς μὴ δίκην δοίη πόσει,
  12. ἐζημίωσε πατέρα κἀπέκτεινʼ ἐμόν.
  13. πρὸς θεῶν — ἐν οὐ καλῷ μὲν ἐμνήσθην θεῶν,
  14. φόνον δικάζων· εἰ δὲ δὴ τὰ μητέρος
  15. σιγῶν ἐπῄνουν, τί μʼ ἂν ἔδρασʼ ὁ κατθανών;
  16. οὐκ ἄν με μισῶν ἀνεχόρευʼ Ἐρινύσιν;
  17. ἢ μητρὶ μὲν πάρεισι σύμμαχοι θεαί,
  18. τῷ δʼ οὐ πάρεισι, μᾶλλον ἠδικημένῳ;
  19. σύ τοι φυτεύσας θυγατέρʼ, ὦ γέρον, κακὴν
  20. ἀπώλεσάς με· διὰ τὸ γὰρ κείνης θράσος