Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὅσιος δέ γʼ ἕτερον ὄνομα, τιμωρῶν πατρί.
  2. ἀπελθέτω δὴ τοῖς λόγοισιν ἐκποδὼν
  3. τὸ γῆρας ἡμῖν τὸ σόν, ὅ μʼ ἐκπλήσσει λόγου,
  4. καὶ καθʼ ὁδὸν εἶμι· νῦν δὲ σὴν ταρβῶ τρίχα.
  5. τί χρῆν με δρᾶσαι; δύο γὰρ ἀντίθες δυοῖν·
  6. πατὴρ μὲν ἐφύτευσέν με, σὴ δʼ ἔτικτε παῖς,
  7. τὸ σπέρμʼ ἄρουρα παραλαβοῦσʼ ἄλλου πάρα·
  8. ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτʼ ἄν.
  9. ἐλογισάμην οὖν τῷ γένους ἀρχηγέτῃ
  10. μᾶλλόν με φῦναι τῆς ὑποστάσης τροφάς.
  11. ἡ σὴ δὲ θυγάτηρ — μητέρʼ αἰδοῦμαι λέγειν —
  12. ἰδίοισιν ὑμεναίοισι κοὐχὶ σώφροσιν
  13. ἐς ἀνδρὸς ᾔει λέκτρʼ· ἐμαυτόν, ἢν λέγω
  14. κακῶς ἐκείνην, ἐξερῶ· λέξω δʼ ὅμως.
  15. Αἴγισθος ἦν ὁ κρυπτὸς ἐν δόμοις πόσις.
  16. τοῦτον κατέκτεινʼ, ἐπὶ δʼ ἔθυσα μητέρα,
  17. ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν πατρί.
  18. ἐφʼ οἷς δʼ ἀπειλεῖς ὡς πετρωθῆναί με χρή,
  19. ἄκουσον ὡς ἅπασαν Ἑλλάδʼ ὠφελῶ.
  20. εἰ γὰρ γυναῖκες ἐς τόδʼ ἥξουσιν θράσους,