Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὅτʼ ἐξέβαλλε μαστὸν ἱκετεύουσά σε
- μήτηρ; ἐγὼ μὲν οὐκ ἰδὼν τἀκεῖ κακά,
- δακρύοις γέροντʼ ὀφθαλμὸν ἐκτήκω τάλας.
- ἓν δʼ οὖν λόγοισι τοῖς ἐμοῖς ὁμορροθεῖ·
- μισῇ γε πρὸς θεῶν καὶ τίνεις μητρὸς δίκας,
- μανίαις ἀλαίνων καὶ φόβοις. τί μαρτύρων
- ἄλλων ἀκούειν δεῖ μʼ, ἅ γʼ εἰσορᾶν πάρα;
- ὡς οὖν ἂν εἰδῇς, Μενέλεως, τοῖσιν θεοῖς
- μὴ πρᾶσσʼ ἐναντίʼ, ὠφελεῖν τοῦτον θέλων,
- ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις,
- ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός.
- θυγάτηρ δʼ ἐμὴ θανοῦσʼ ἔπραξεν ἔνδικα·
- ἀλλʼ οὐχὶ πρὸς τοῦτʼ εἰκὸς ἦν αὐτὴν θανεῖν.
- ἐγὼ δὲ τἄλλα μακάριος πέφυκʼ ἀνήρ,
- πλὴν ἐς θυγατέρας· τοῦτο δʼ οὐκ εὐδαιμονῶ.
- ζηλωτὸς ὅστις εὐτύχησεν ἐς τέκνα
- καὶ μὴ ʼπισήμους συμφορὰς ἐκτήσατο.
- ὦ γέρον, ἐγώ τοι πρὸς σὲ δειμαίνω λέγειν,
- ὅπου σὲ μέλλω σήν τε λυπήσειν φρένα.
- ἐγᾦδʼ, ἀνόσιός εἰμι μητέρα κτανών,