Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐρήσομαι δέ, Μενέλεως, τοσόνδε σε·
- εἰ τόνδʼ ἀποκτείνειεν ὁμόλεκτρος γυνή,
- χὡ τοῦδε παῖς αὖ μητέρʼ ἀνταποκτενεῖ,
- κἄπειθʼ ὁ κείνου γενόμενος φόνῳ φόνον
- λύσει, πέρας δὴ ποῖ κακῶν προβήσεται;
- καλῶς ἔθεντο ταῦτα πατέρες οἱ πάλαι·
- ἐς ὀμμάτων μὲν ὄψιν οὐκ εἴων περᾶν
- οὐδʼ εἰς ἀπάντημʼ, ὅστις αἷμʼ ἔχων κυροῖ,
- φυγαῖσι δʼ ὁσιοῦν, ἀνταποκτείνειν δὲ μή.
- αἰεὶ γὰρ εἷς ἔμελλʼ ἐνέξεσθαι φόνῳ,
- τὸ λοίσθιον μίασμα λαμβάνων χεροῖν.
- ἐγὼ δὲ μισῶ μὲν γυναῖκας ἀνοσίους,
- πρώτην δὲ θυγατέρʼ, ἣ πόσιν κατέκτανεν·
- Ἑλένην τε, τὴν σὴν ἄλοχον, οὔποτʼ αἰνέσω
- οὐδʼ ἂν προσείποιμʼ· οὐδὲ σὲ ζηλῶ, κακῆς
- γυναικὸς ἐλθόνθʼ οὕνεκʼ ἐς Τροίας πέδον.
- ἀμυνῶ δʼ, ὅσονπερ δυνατός εἰμι, τῷ νόμῳ,
- τὸ θηριῶδες τοῦτο καὶ μιαιφόνον
- παύων, ὃ καὶ γῆν καὶ πόλεις ὄλλυσʼ ἀεί.
- ἐπεὶ τίνʼ εἶχες, ὦ τάλας, ψυχὴν τότε,