Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Ἑλληνικόν τοι τὸν ὁμόθεν τιμᾶν ἀεί.
- καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν.
- πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστʼ ἐν τοῖς σοφοῖς.
- κέκτησό νυν σὺ τοῦτʼ, ἐγὼ δʼ οὐ κτήσομαι.
- ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας οὐ σοφόν.
- πρὸς τόνδʼ ἀγὼν τίς ἀσοφίας ἥκει πέρι;
- εἰ τὰ καλὰ πᾶσι φανερὰ καὶ τὰ μὴ καλά,
- τούτου τίς ἀνδρῶν ἐγένετʼ ἀσυνετώτερος,
- ὅστις τὸ μὲν δίκαιον οὐκ ἐσκέψατο
- οὐδʼ ἦλθεν ἐπὶ τὸν κοινὸν Ἑλλήνων νόμον;
- ἐπεὶ γὰρ ἐξέπνευσεν Ἀγαμέμνων βίον
- πληγεὶς θυγατρὸς τῆς ἐμῆς ὑπὲρ κάρα,
- αἴσχιστον ἔργον — οὐ γὰρ αἰνέσω ποτέ —
- χρῆν αὐτὸν ἐπιθεῖναι μὲν αἵματος δίκην,
- ὁσίαν διώκοντʼ, ἐκβαλεῖν τε δωμάτων
- μητέρα· τὸ σῶφρόν τʼ ἔλαβεν ἀντὶ συμφορᾶς
- καὶ τοῦ νόμου τʼ ἂν εἴχετʼ εὐσεβής τʼ ἂν ἦν.
- νῦν δʼ ἐς τὸν αὐτὸν δαίμονʼ ἦλθε μητέρι.
- κακὴν γὰρ αὐτὴν ἐνδίκως ἡγούμενος,
- αὐτὸς κακίων μητέρʼ ἐγένετο κτανών.