Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- οἷς, ὦ τάλαινα καρδία ψυχή τʼ ἐμή,
- ἀπέδωκʼ ἀμοιβὰς οὐ καλάς. τίνα σκότον
- λάβω προσώπῳ; ποῖον ἐπίπροσθεν νέφος
- θῶμαι, γέροντος ὀμμάτων φεύγων κόρας;
- ποῦ ποῦ θυγατρὸς τῆς ἐμῆς ἴδω πόσιν,
- Μενέλαον; ἐπὶ γὰρ τῷ Κλυταιμήστρας τάφῳ
- χοὰς χεόμενος ἔκλυον ὡς ἐς Ναυπλίαν
- ἥκοι σὺν ἀλόχῳ πολυετὴς σεσῳσμένος.
- ἄγετέ με· πρὸς γὰρ δεξιὰν αὐτοῦ θέλω
- στὰς ἀσπάσασθαι, χρόνιος εἰσιδὼν φίλον.
- ὦ πρέσβυ, χαῖρε, Ζηνὸς ὁμόλεκτρον κάρα.
- ὦ χαῖρε καὶ σύ, Μενέλεως, κήδευμʼ ἐμόν.
- ἔα· τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι.
- ὁ μητροφόντης ὅδε πρὸ δωμάτων δράκων
- στίλβει νοσώδεις ἀστραπάς, στύγημʼ ἐμόν.
- Μενέλαε, προσφθέγγῃ νιν, ἀνόσιον κάρα;
- τί γάρ; φίλου μοι πατρός ἐστιν ἔκγονος.
- κείνου γὰρ ὅδε πέφυκε, τοιοῦτος γεγώς;
- πέφυκεν· εἰ δὲ δυστυχεῖ, τιμητέος.
- βεβαρβάρωσαι, χρόνιος ὢν ἐν βαρβάροις.