Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- πάντων πρὸς ἀστῶν, ὡς θάνω· βραχὺς λόγος.
- ὦ μέλεος, ἥκεις συμφορᾶς ἐς τοὔσχατον.
- ἐς σὲ ἐλπὶς ἡμὴ καταφυγὰς ἔχει κακῶν.
- ἀλλʼ ἀθλίως πράσσουσιν εὐτυχὴς μολὼν
- μετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας,
- καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε,
- ἀλλʼ ἀντιλάζου καὶ πόνων ἐν τῷ μέρει,
- χάριτας πατρῴας ἐκτίνων ἐς οὕς σε δεῖ.
- ὄνομα γάρ, ἔργον δʼ οὐκ ἔχουσιν οἱ φίλοι
- οἱ μὴ ʼπὶ ταῖσι συμφοραῖς ὄντες φίλοι.
- καὶ μὴν γέροντι δεῦρʼ ἁμιλλᾶται ποδὶ
- ὁ Σπαρτιάτης Τυνδάρεως, μελάμπεπλος
- κουρᾷ τε θυγατρὸς πενθίμῳ κεκαρμένος.
- ἀπωλόμην, Μενέλαε· Τυνδάρεως ὅδε
- στείχει πρὸς ἡμᾶς, οὗ μάλιστʼ αἰδώς μʼ ἔχει
- ἐς ὄμματʼ ἐλθεῖν τοῖσιν ἐξειργασμένοις.
- καὶ γάρ μʼ ἔθρεψε σμικρὸν ὄντα, πολλὰ δὲ
- φιλήματʼ ἐξέπλησε, τὸν Ἀγαμέμνονος
- παῖδʼ ἀγκάλαισι περιφέρων, Λήδα θʼ ἅμα,
- τιμῶντέ μʼ οὐδὲν ἧσσον ἢ Διοσκόρω·