Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- εὖ γʼ εἶπας· οὐ γὰρ ζῶ κακοῖς, φάος δʼ ὁρῶ.
- ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας.
- οὐχ ἡ πρόσοψίς μʼ, ἀλλὰ τἄργʼ αἰκίζεται.
- δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις.
- τὸ σῶμα φροῦδον· τὸ δʼ ὄνομʼ οὐ λέλοιπέ μοι.
- ὦ παρὰ λόγον μοι σὴ φανεῖσʼ ἀμορφία.
- ὅδʼ εἰμὶ μητρὸς τῆς ταλαιπώρου φονεύς.
- ἤκουσα, φείδου δʼ· ὀλιγάκις λέγειν κακά.
- φειδόμεθʼ· ὁ δαίμων δʼ ἐς ἐμὲ πλούσιος κακῶν.
- τί χρῆμα πάσχεις; τίς σʼ ἀπόλλυσιν νόσος;
- ἡ σύνεσις, ὅτι σύνοιδα δείνʼ εἰργασμένος.
- πῶς φῄς; σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές.
- λύπη μάλιστά γʼ ἡ διαφθείρουσά με —
- δεινὴ γὰρ ἡ θεός, ἀλλʼ ὅμως ἰάσιμος.
- μανίαι τε, μητρὸς αἵματος τιμωρίαι.
- ἤρξω δὲ λύσσης πότε; τίς ἡμέρα τότʼ ἦν;
- ἐν ᾗ τάλαιναν μητέρʼ ἐξώγκουν τάφῳ.
- πότερα κατʼ οἴκους ἢ προσεδρεύων πυρᾷ;
- νυκτὸς φυλάσσων ὀστέων ἀναίρεσιν.
- παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας;