Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. Μενέλαε, κεῖται σὸς κασίγνητος θανών,
  2. λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις.
  3. δακρύων δʼ ἔπλησεν ἐμέ τε καὶ ναύτας ἐμοὺς
  4. πολλῶν. ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός,
  5. ἤδη δάμαρτος ἐνθάδʼ ἐξορμωμένης,
  6. δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
  7. φίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα,
  8. ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸς
  9. τῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον.
  10. καὶ νῦν ὅπου ʼστὶν εἴπατʼ, ὦ νεάνιδες,
  11. Ἀγαμέμνονος παῖς, ὃς τὰ δείνʼ ἔτλη κακά.
  12. βρέφος γὰρ ἦν τότʼ ἐν Κλυταιμήστρας χεροῖν,
  13. ὅτʼ ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών,
  14. ὥστʼ οὐκ ἂν αὐτὸν γνωρίσαιμʼ ἂν εἰσιδών.
Ὀρέστης
  1. ὅδʼ εἴμʼ Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς.
  2. ἑκὼν ἐγώ σοι τἀμὰ μηνύσω κακά.
  3. τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνω
  4. ἱκέτης, ἀφύλλου στόματος ἐξάπτων λιτάς·
  5. σῷσόν μʼ· ἀφῖξαι δʼ αὐτὸς ἐς καιρὸν κακῶν.
Μενέλαος
  1. ὦ θεοί, τί λεύσσω; τίνα δέδορκα νερτέρων;