Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Πυλάδης, ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον.
- ἐκ φασμάτων δὲ τάδε νοσεῖς· ποίων ὕπο;
- ἔδοξʼ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας.
- οἶδʼ ἃς ἔλεξας, ὀνομάσαι δʼ οὐ βούλομαι.
- σεμναὶ γάρ· εὐπαίδευτα δʼ ἀπετρέπου λέγειν.
- αὗταί σε βακχεύουσι συγγενῆ φόνον;
- οἴμοι διωγμῶν, οἷς ἐλαύνομαι τάλας.
- οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους.
- ἀλλʼ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς.
- μὴ θάνατον εἴπῃς· τοῦτο μὲν γὰρ οὐ σοφόν.
- Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον.
- ἀμαθέστερός γʼ ὢν τοῦ καλοῦ καὶ τῆς δίκης.
- δουλεύομεν θεοῖς, ὅ τι ποτʼ εἰσὶν οἱ θεοί.
- κᾆτʼ οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς;
- μέλλει· τὸ θεῖον δʼ ἐστὶ τοιοῦτον φύσει.
- πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί;
- ἕκτον τόδʼ ἦμαρ· ἔτι πυρὰ θερμὴ τάφου.
- ὡς ταχὺ μετῆλθόν σʼ αἷμα μητέρος θεαί.
- οὐ σοφός, ἀληθὴς δʼ ἐς φίλους ἔφυν φίλος.
- πατρὸς δὲ δή τι σʼ ὠφελεῖ τιμωρία;