Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- θεογόνων γάμων,
- τὸν ἀπὸ Ταντάλου, σέβεσθαί με χρή;
- καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει,
- Μενέλαος ἄναξ, πολλῇ ἁβροσύνῃ
- δῆλος ὁρᾶσθαι
- τῶν Τανταλιδῶν ἐξ αἵματος ὤν.
- ὦ χιλιόναυν στρατὸν ὁρμήσας
- ἐς γῆν Ἀσίαν,
- χαῖρʼ, εὐτυχίᾳ δʼ αὐτὸς ὁμιλεῖς,
- θεόθεν πράξας ἅπερ ηὔχου.
- ὦ δῶμα, τῇ μέν σʼ ἡδέως προσδέρκομαι
- Τροίαθεν ἐλθών, τῇ δʼ ἰδὼν καταστένω·
- κύκλῳ γὰρ εἱλιχθεῖσαν ἀθλίως κακοῖς
- οὐπώποτʼ ἄλλην μᾶλλον εἶδον ἑστίαν.
- Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμην
- καὶ θάνατον, οἵῳ πρὸς δάμαρτος ὤλετο,
- Μαλέᾳ προσίσχων πρῷραν· ἐκ δὲ κυμάτων
- ὁ ναυτίλοισι μάντις ἐξήγγειλέ μοι
- Νηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός,
- ὅς μοι τόδʼ εἶπεν ἐμφανῶς κατασταθείς·