Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- γόνον ἐάσατʼ ἐκλαθέσθαι λύσσας
- μανιάδος φοιταλέου. φεῦ μόχθων,
- οἵων, ὦ τάλας, ὀρεχθεὶς ἔρρεις,
- τρίποδος ἄπο φάτιν, ἃν ὁ Φοῖβος ἔλακε, δε-
- ξάμενος ἀνὰ δάπεδον,
- ἵνα μεσόμφαλοι λέγονται μυχοί.
- ἰὼ Ζεῦ,
- τίς ἔλεος, τίς ὅδʼ ἀγὼν
- φόνιος ἔρχεται,
- θοάζων σε τὸν μέλεον, ᾧ δάκρυα
- δάκρυσι συμβάλλει
- πορεύων τις ἐς δόμον ἀλαστόρων
- ματέρος αἷμα σᾶς, ὅ σʼ ἀναβακχεύει;
- ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς·
- κατολοφύρομαι κατολοφύρομαι.
- ἀνὰ δὲ λαῖφος ὥς
- τις ἀκάτου θοᾶς τινάξας δαίμων
- κατέκλυσεν δεινῶν πόνων ὡς πόντου
- λάβροις ὀλεθρίοισιν ἐν κύμασιν.
- τίνα γὰρ ἔτι πάρος οἶκον ἕτερον ἢ τὸν ἀπὸ