Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐπίκουρον, ἄλλων, ὡς ὁρᾷς, ἔρημος ὤν.
- οὐκ ἔστι· σὺν σοὶ καὶ θανεῖν αἱρήσομαι
- καὶ ζῆν· ἔχει γὰρ ταὐτόν· ἢν σὺ κατθάνῃς,
- γυνὴ τί δράσω; πῶς μόνη σωθήσομαι,
- ἀνάδελφος ἀπάτωρ ἄφιλος; εἰ δὲ σοὶ δοκεῖ,
- δρᾶν χρὴ τάδʼ. ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας,
- καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν σʼ ἐκ δεμνίων
- ἄγαν ἀποδέχου, μένε δʼ ἐπὶ στρωτοῦ λέχους.
- κἂν μὴ νοσῇς γάρ, ἀλλὰ δοξάζῃς νοσεῖν,
- κάματος βροτοῖσιν ἀπορία τε γίγνεται.
- αἰαῖ,
- δρομάδες ὦ πτεροφόροι
- ποτνιάδες θεαί,
- ἀβάκχευτον αἳ θίασον ἐλάχετʼ ἐν
- δάκρυσι καὶ γόοις,
- μελάγχρωτες εὐμενίδες, αἵτε τὸν
- ταναὸν αἰθέρʼ ἀμπάλλεσθʼ, αἵματος
- τινύμεναι δίκαν, τινύμεναι φόνον,
- καθικετεύομαι καθικετεύομαι,
- τὸν Ἀγαμέμνονος