Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὅστις μʼ ἐπάρας ἔργον ἀνοσιώτατον,
- τοῖς μὲν λόγοις ηὔφρανε, τοῖς δʼ ἔργοισιν οὔ.
- οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατʼ ὄμματα
- ἐξιστόρουν νιν, μητέρʼ εἰ κτεῖναι χρεών,
- πολλὰς γενείου τοῦδʼ ἂν ἐκτεῖναι λιτὰς
- μήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος,
- εἰ μήτʼ ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς,
- ἐγώ θʼ ὁ τλήμων τοιάδʼ ἐκπλήσειν κακά.
- καὶ νῦν ἀνακάλυπτʼ, ὦ κασιγνήτη, κάρα,
- ἐκ δακρύων τʼ ἄπελθε, κεἰ μάλʼ ἀθλίως
- ἔχομεν. ὅταν δὲ τἄμʼ ἀθυμήσαντʼ ἴδῃς,
- σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶν
- ἴσχναινε παραμυθοῦ θʼ· ὅταν δὲ σὺ στένῃς,
- ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα·
- ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί.
- ἀλλʼ, ὦ τάλαινα, βᾶσα δωμάτων ἔσω
- ὕπνῳ τʼ ἄυπνον βλέφαρον ἐκταθεῖσα δός,
- σίτων τʼ ὄρεξαι λουτρά τʼ ἐπιβαλοῦ χροΐ.
- εἰ γὰρ προλείψεις ἢ προσεδρείᾳ νόσον
- κτήσῃ τινʼ, οἰχόμεσθα· σὲ γὰρ ἔχω μόνην