Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. δὸς τόξα μοι κερουλκά, δῶρα Λοξίου,
  2. οἷς μʼ εἶπʼ Ἀπόλλων ἐξαμύνασθαι θεάς,
  3. εἴ μʼ ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν.
  4. βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί,
  5. εἰ μὴ ʼξαμείψει χωρὶς ὀμμάτων ἐμῶν.
  6. οὐκ εἰσακούετʼ; οὐχ ὁρᾶθʼ ἑκηβόλων
  7. τόξων πτερωτὰς γλυφίδας ἐξορμωμένας;
  8. ἆ ἆ·
  9. τί δῆτα μέλλετʼ; ἐξακρίζετʼ αἰθέρα
  10. πτεροῖς· τὰ Φοίβου δʼ αἰτιᾶσθε θέσφατα.
  11. ἔα·
  12. τί χρῆμʼ ἀλύω, πνεῦμʼ ἀνεὶς ἐκ πλευμόνων;
  13. ποῖ ποῖ ποθʼ ἡλάμεσθα δεμνίων ἄπο;
  14. ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήνʼ ὁρῶ.
  15. σύγγονε, τί κλαίεις κρᾶτα θεῖσʼ ἔσω πέπλων;
  16. αἰσχύνομαί σε, μεταδιδοὺς πόνων ἐμῶν
  17. ὄχλον τε παρέχων παρθένῳ νόσοις ἐμαῖς.
  18. μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν·
  19. σὺ μὲν γὰρ ἐπένευσας τάδʼ, εἴργασται δʼ ἐμοὶ
  20. μητρῷον αἷμα· Λοξίᾳ δὲ μέμφομαι,