Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἄνα κέλαδον ἀπὸ λέχεος ἥ-
  2. συχον ὕπνου χάριν παρέξεις, φίλα;
Χορός
  1. θρόει τίς κακῶν τελευτὰ μένει.
Ἠλέκτρα
  1. θανεῖν θανεῖν, τί δʼ ἄλλο;
  2. οὐδὲ γὰρ πόθον ἔχει βορᾶς.
Χορός
  1. πρόδηλος ἆρʼ ὁ πότμος.
Ἠλέκτρα
  1. ἐξέθυσʼ ὁ Φοῖβος ἡμᾶς
  2. μέλεον ἀπόφονον αἷμα δοὺς
  3. πατροφόνου ματρός.
Χορός
  1. δίκᾳ μέν.
Ἠλέκτρα
  1. καλῶς δʼ οὔ.
  2. ἔκανες ἔθανες, ὦ
  3. τεκομένα με μᾶτερ, ἀπὸ δʼ ὤλεσας
  4. πατέρα τέκνα τε τάδε σέθεν ἀφʼ αἵματος·
  5. ὀλόμεθʼ ἰσονέκυες, ὀλόμεθα.
  6. σύ τε γὰρ ἐν νεκροῖς, τό τʼ ἐμὸν οἴχεται
  7. βίου τὸ πλέον μέρος ἐν στοναχαῖσί τε καὶ γόοισι
  8. δάκρυσί τʼ ἐννυχίοις, ἄγαμος
  9. ἐπὶ δʼ ἄτεκνος ἅτε βίοτον ἁ
  10. μέλεος ἐς τὸν αἰὲν ἕλκω χρόνον.