Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὅρα παροῦσα, παρθένʼ Ἠλέκτρα, πέλας,
  2. μὴ κατθανών σε σύγγονος λέληθʼ ὅδε·
  3. οὐ γάρ μʼ ἀρέσκει τῷ λίαν παρειμένῳ.
Ὀρέστης
  1. ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου,
  2. ὡς ἡδύ μοι προσῆλθες — ἐν δέοντί γε.
  3. ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ
  4. καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός.
  5. πόθεν ποτʼ ἦλθον δεῦρο; πῶς δʼ ἀφικόμην;
  6. ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν.
Ἠλέκτρα
  1. ὦ φίλταθʼ, ὥς μʼ ηὔφρανας εἰς ὕπνον πεσών.
  2. βούλῃ θίγω σου κἀνακουφίσω δέμας;
Ὀρέστης
  1. λαβοῦ λαβοῦ δῆτʼ, ἐκ δʼ ὄμορξον ἀθλίου
  2. στόματος ἀφρώδη πέλανον ὀμμάτων τʼ ἐμῶν.
Ἠλέκτρα
  1. ἰδού· τὸ δούλευμʼ ἡδύ, κοὐκ ἀναίνομαι
  2. ἀδέλφʼ ἀδελφῇ χειρὶ θεραπεύειν μέλη.
Ὀρέστης
  1. ὑπόβαλε πλευροῖς πλευρά, καὐχμώδη κόμην
  2. ἄφελε προσώπου· λεπτὰ γὰρ λεύσσω κόραις.
Ἠλέκτρα
  1. ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα,
  2. ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας.
Ὀρέστης
  1. κλῖνόν μʼ ἐς εὐνὴν αὖθις· ὅταν ἀνῇ νόσος