Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. φεῦ μόχθων.
  2. ἄδικος ἄδικα τότʼ ἄρʼ ἔλακεν ἔλακεν, ἀπό-
  3. φονον ὅτʼ ἐπὶ τρίποδι Θέμιδος ἄρʼ ἐδίκασε
  4. φόνον ὁ Λοξίας ἐμᾶς ματέρος.
Χορός
  1. ὁρᾷς; ἐν πέπλοισι κινεῖ δέμας.
Ἠλέκτρα
  1. σὺ γάρ νιν, ὦ τάλαινα,
  2. θωΰξασʼ ἔβαλες ἐξ ὕπνου.
Χορός
  1. εὕδειν μὲν οὖν ἔδοξα.
Ἠλέκτρα
  1. οὐκ ἀφʼ ἡμῶν, οὐκ ἀπʼ οἴκων
  2. πάλιν ἀνὰ πόδα σὸν εἱλίξεις
  3. μεθεμένα κτύπου;
Χορός
  1. ὑπνώσσει.
Ἠλέκτρα
  1. λέγεις εὖ.
  2. πότνια, πότνια νύξ,
  3. ὑπνοδότειρα τῶν πολυπόνων βροτῶν,
  4. ἐρεβόθεν ἴθι, μόλε μόλε κατάπτερος
  5. τὸν Ἀγαμεμνόνιον ἐπὶ δόμον.
  6. ὑπὸ γὰρ ἀλγέων ὑπό τε συμφορᾶς
  7. διοιχόμεθʼ, οἰχόμεθα. κτύπον ἠγάγετʼ· οὐχὶ σῖγα
  8. σῖγα φυλασσομένα στόματος