Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ψῆφον διοίσουσʼ, ἔνθα νικῆσαί σε χρή.
- ἐφʼ ἧς δʼ ἔχεις, Ὀρέστα, φάσγανον δέρῃ,
- γῆμαι πέπρωταί σʼ Ἑρμιόνην· ὃς δʼ οἴεται
- Νεοπτόλεμος γαμεῖν νιν, οὐ γαμεῖ ποτε.
- θανεῖν γὰρ αὐτῷ μοῖρα Δελφικῷ ξίφει,
- δίκας Ἀχιλλέως πατρὸς ἐξαιτοῦντά με.
- Πυλάδῃ δʼ ἀδελφῆς λέκτρον, ὥς ποτʼ ᾔνεσας,
- δός· ὁ δʼ ἐπιών νιν βίοτος εὐδαίμων μένει.
- Ἄργους δʼ Ὀρέστην, Μενέλεως, ἔα κρατεῖν,
- ἐλθὼν δʼ ἄνασσε Σπαρτιάτιδος χθονός,
- φερνὰς ἔχων δάμαρτος, ἥ σε μυρίοις
- πόνοις διδοῦσα δεῦρʼ ἀεὶ διήνυσεν.
- τὰ πρὸς πόλιν δὲ τῷδʼ ἐγὼ θήσω καλῶς,
- ὅς νιν φονεῦσαι μητέρʼ ἐξηνάγκασα.
- ὦ Λοξία μαντεῖε, σῶν θεσπισμάτων.
- οὐ ψευδόμαντις ἦσθʼ ἄρʼ, ἀλλʼ ἐτήτυμος.
- καίτοι μʼ ἐσῄει δεῖμα, μή τινος κλύων
- ἀλαστόρων δόξαιμι σὴν κλύειν ὄπα.
- ἀλλʼ εὖ τελεῖται, πείσομαι δὲ σοῖς λόγοις.
- ἰδού, μεθίημʼ Ἑρμιόνην ἀπὸ σφαγῆς,