Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. σεσῳσμένη τε κοὐ θανοῦσα πρὸς σέθεν.
  2. ἐγώ νιν ἐξέσῳσα κἀπὸ φασγάνου
  3. τοῦ σοῦ κελευσθεὶς ἥρπασʼ ἐκ Διὸς πατρός.
  4. Ζηνὸς γὰρ οὖσαν ζῆν νιν ἄφθιτον χρεών,
  5. Κάστορί τε Πολυδεύκει τʼ ἐν αἰθέρος πτυχαῖς
  6. σύνθακος ἔσται, ναυτίλοις σωτήριος.
  7. ἄλλην δὲ νύμφην ἐς δόμους κτῆσαι λαβών,
  8. ἐπεὶ θεοὶ τῷ τῆσδε καλλιστεύματι
  9. Ἕλληνας εἰς ἓν καὶ Φρύγας συνήγαγον,
  10. θανάτους τʼ ἔθηκαν, ὡς ἀπαντλοῖεν χθονὸς
  11. ὕβρισμα θνητῶν ἀφθόνου πληρώματος.
  12. τὰ μὲν καθʼ Ἑλένην ὧδʼ ἔχει· σὲ δʼ αὖ χρεών,
  13. Ὀρέστα, γαίας τῆσδʼ ὑπερβαλόνθʼ ὅρους
  14. Παρράσιον οἰκεῖν δάπεδον ἐνιαυτοῦ κύκλον.
  15. κεκλήσεται δὲ σῆς φυγῆς ἐπώνυμον
  16. Ἀζᾶσιν Ἀρκάσιν τʼ Ὀρέστειον καλεῖν.
  17. ἐνθένδε δʼ ἐλθὼν τὴν Ἀθηναίων πόλιν
  18. δίκην ὑπόσχες αἵματος μητροκτόνου
  19. Εὐμενίσι τρισσαῖς· θεοὶ δέ σοι δίκης βραβῆς
  20. πάγοισιν ἐν Ἀρείοισιν εὐσεβεστάτην