Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- καὶ λέκτρʼ ἐπῄνεσʼ, ἡνίκʼ ἂν διδῷ πατήρ.
- ὦ Ζηνὸς Ἑλένη χαῖρε παῖ· ζηλῶ δέ σε
- θεῶν κατοικήσασαν ὄλβιον δόμον.
- Ὀρέστα, σοὶ δὲ παῖδʼ ἐγὼ κατεγγυῶ,
- Φοίβου λέγοντος· εὐγενὴς δʼ ἀπʼ εὐγενοῦς
- γήμας ὄναιο καὶ σὺ χὡ διδοὺς ἐγώ.
- χωρεῖτέ νυν ἕκαστος οἷ προστάσσομεν,
- νείκας τε διαλύεσθε.
- πείθεσθαι χρεών.
- κἀγὼ τοιοῦτος· σπένδομαι δὲ συμφοραῖς,
- Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπίσμασιν.
- ἴτε νυν καθʼ ὁδόν, τὴν καλλίστην
- θεῶν Εἰρήνην τιμῶντες· ἐγὼ δʼ
- Ἑλένην Δίοις μελάθροις πελάσω,
- λαμπρῶν ἄστρων πόλον ἐξανύσας,
- ἔνθα παρʼ Ἥρᾳ τῇ θʼ Ἡρακλέους
- Ἥβῃ πάρεδρος θεὸς ἀνθρώποις
- ἔσται σπονδαῖς ἔντιμος ἀεί,
- σὺν Τυνδαρίδαις, τοῖς Διὸς υἱοῖς,
- ναύταις μεδέουσα θαλάσσης.